Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ κώλῳ συμπάσχουσιν οἱ νεφροί. πάθη δὲ συνίστανται περὶ νεφροὺς ταῦτα, φλεγμονὴ, ἕλκωσις, λιθίασις, πάρεσις. φλεγμονῆς μὲν οὔσης, οὐδὲν διασημαίνει δι᾿ οὔρων· ἀλλὰ μᾶλλον ἀλγήματα ἐπιφέρει, οὐκ ἀκριβῶς ἐπιφαίνοντα τὸν πρωτοπαθοῦντα τόπον δι᾿ ἃ ἔφαμεν. δυσπαραμύθητοι δὲ αἱ ὀδύναι, οὔτε καταπλάσμασιν εἴκουσαι, οὔτε τῇ διὰ σικύας ἀφαιρέσει ἐνδιδοῦσαι, μόνον δὲ εἴπερ τοῖς ἔνδοθεν διδομένοις τισὶ νεφριτικοῖς φαρμάκοις. εἰ δὲ ἕλκωσις εἴη, ὅτε μὲν πυώδη διὰ τῶν οὔρων ἀποκρίνεται, ὅτε δὲ αἱματώδη. λιθιάσεως δὲ οὔσης, ὁτὲ μὲν αἱματώδη ἀποκρίνεται, τραχυνομένων τῶν σωμάτων ὑπὸ τοῦ λίθου, ὁτὲ δὲ ψαμμία ὑφίστανται τῷ οὔρῳ, εἰ εὔθρυπτος εἴη ὁ λίθος, ἢ καὶ γενέσεως ἀρχὴν ἔχοι. ἐπὶ δὲ παρέσεως αἱματῶδες τὸ οὖρον ἀποδίδοται, ὡς ἂν οὐ διακρινόμενον. περὶ δὲ τὴν κύστιν ταῦτα συνίσταται τὰ πάθη, πάρεσις, πιτυρίασις, λιθίασις, ἕλκωσις, περὶ τὸν τράχηλον μάλιστα. ἐπισυμβαίνει δὲ τούτοις ἰσχουρία, στραγγουρία, δυσουρία, ἀπό τε τούτων καὶ ἐξ ἄλλων αἰτίων. φλεγμονὴν μὲν οὖν δηλοῖ τὰ περὶ τὸ ἐφήβαιον 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download