Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ πρᾳότερος, ὁ δὲ ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ ἐπὶ τούτων καὶ λεπίδες τοῦ δέρματος καὶ ὁ ὑπὸ τὰς λεπίδας τόπος ἐνερευθέστερος καὶ ἐγγὺς ἡλκωμένου φαίνεται. γίνεται δὲ τὸ πάθος ὑπὸ φλέγματος ἁλμυροῦ καὶ χολῆς τῆς ξανθῆς· ἔνθεν ὡς ἐπὶ τῶν ἁλμῶν τῶν κεραμίων ἀφίστανται τοῦ δέρματος αἱ λεπίδες. ἴασις δὲ ἥ τε διὰ φαρμάκων φλεγμαγωγῶν καὶ τῶν ἔξωθεν ἐπιχρίστων. λέπρα δὲ πάθος μὲν καὶ αὐτὴ δέρματος ἐπὶ τὸ λευκότερον καὶ τραχύτερον τρεπόμενον. ἡ δὲ τραχύτης οἷον ψυδρακίων ἐπανεστώτων. ἡ δὲ ψώρα ἐστὶν ἑλκωδεστέρα. γίνεται δὲ ἑκάτερον ἰδίως ὑπὸ φλέγματος ἁλμυροῦ. ἴασις δὲ ἥδε διὰ φλεγμαγωγῶν φαρμάκων καὶ τῶν ἔξωθεν ἐπιχρισμάτων, ὅσα πρὸς λέπραν καὶ ψώραν ἀναγέγραπται. ὁ δὲ ἀλφὸς διττόν ἐστι πάθος, ὁ μὲν λευκὸς, ὁ δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ μελαίνης χολῆς· διὸ καὶ μελαγχολικὰ τὰ πολλὰ ῥύεται. ὁ δὲ λευκὸς ὑπὸ φλέγματος γίνεται, οὐχ ἁλυκοῦ. ἡ δὲ λεύκη ὅμοιον μὲν τὸ πάθος ἀλφῷ λευκῷ, μᾶλλον δὲ ἐπισημαίνει γῆν λευκοτάτην. 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download