Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐνίοτε δὲ καὶ τὸ μέλαν, ἕλκος γίνηται στρογγύλον καὶ ὑπόλευκον. νεφέλιον δέ ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. ἀχλὺς δέ ἐστι περὶ ὅλον τὸ μέλαν ἀπὸ ἑλκώσεως ἐπιπολαίου, οὐλὴ λεπτοτάτη ἀέρι ἀχλυώδει παραπλησία. ἐπίκαυμα δέ ἐστιν, ὅταν ἐξ ἐπιπολῆς ἡ ἐπιδερμὶς ἐπικαυθεῖσα ἑλκωθῇ, ἢ καὶ βραχὺ βαθυτέρα γένηται ἐξ ἐπιφορᾶς μεγάλης ἐγγινομένη. βοθρίον δέ ἐστιν ἕλκος κοῖλον, καθαρὸν, στενὸν, κεντήμασι στρογγύλοις ὅμοιον, βαθύτερον ἑλκυδρίου. φλύκταιναν δὲ λέγουσιν, ὅταν ἐξ ἑλκώσεως, ἢ καὶ ἄνευ ἑλκώσεως, ἐξ ἐπιπολῆς τοῦ κερατοειδοῦς χιτῶνος, ὑμὴν λεπτότατός τε καὶ μετέωρος ἀρθεὶς παραδέξηται μεταξὺ αὐτοῦ ὑγρασίαν, ἢ καὶ ὑπὸ τὴν κτηδόνα τοῦ χιτῶνος παχυτέρα ὑποδραμοῦσα ὑγρασία καὶ τὴν φλύκταιναν ἀποτελέσασα. μυοκέφαλον δέ ἐστιν, ὅταν ἐξ ἑλκώσεως διαβρωθέντος τοῦ πρώτου χιτῶνος κατὰ τὴν ἴριν προκύψῃ ὁ δεύτερος χιτὼν, ὡς οἷον μυίας κεφαλῇ ἐοικέναι. σταφύλωμα δὲ λέγεται, ὅταν ἡ κόρη τοῦ ὀφθαλμοῦ μετεωρισθῇ μετὰ φλεγμονῆς καὶ πόνου καὶ γίνηται ὅμοιον ῥαγὶ σταφυλῆς, λευκὸν τῇ χροιᾷ. ὑπόπυον δέ ἐστιν, ὅταν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download