Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

πῦον ὅλην τὴν ἴριν περιλάβῃ, ἢ τὸ ἥμισυ. ῥῆξις δέ ἐστιν ἕλκωσις ὑπὸ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας κατὰ βάθος ἐπιφέρουσα ὡς ἐπὶ τὸ πολὺ, τὴν διαίρεσιν τῶν ὑμένων ὅλων, ὥστε ἐκχεῖν καὶ τὰ ὑγρὰ οἷς βλέπομεν. οὐλὴ δέ ἐστιν, ὅταν ἐπὶ τῷ μέλανι τοῦ ὀφθαλμοῦ ἐξ ἕλκους βαθέος ὄντος παχύτης ὑμένος ἐπιγένηται καὶ ἡ χροιὰ λευκοτέρα φαίνηται. συνίσταται δὲ καὶ ἐπὶ τοῦ λευκοῦ ὑμένος καλουμένου, ἀλλ᾿ οὐ διαδείκνυται. λεύκωμα δὲ ταὐτὸν μὲν τῇ καλουμένῃ οὐλῇ ἐστι, διαφέρει δὲ τῷ ἐξ ἑλκώσεως μεγάλην οὐλὴν μείζονα καὶ παχυτέραν ἐπιγίνεσθαι ἐπὶ τῆς ἴρεως, ἣν καλοῦσι λεύκωμα. ἦλος δέ ἐστιν ἡ μετὰ λείας καὶ λευκῆς, οἷον οὐλὴ σαρκώδης, ὑπεροχὴ τοῦ μέλανος στερεά· πολλάκις δὲ καὶ ἐπὶ τῷ λευκῷ τῷ μέλανι συνάπτοντι ἐπανισταμένη. ὑποκεχύσθαι δὲ λέγουσί τινες, ὅταν συμβῇ παρέγχυσιν ὑγροῦ τινος γενέσθαι κατὰ τὴν κόρην καὶ πῆξιν πολλάκις, ὥστε κωλῦσαι τὸ ὁρᾷν, ἢ καὶ ἀμαυροῦσθαι ἐν τῷ φαίνειν. γλαύκωσις δέ ἐστι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ εἰς λευκὴν καὶ ὑδατώδη χροιὰν μεταβολὴ, δι᾿ ἣν τὸ βλέπειν κωλύεται. μυδρίασις δὲ λέγεται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download