Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

παραλλάττῃ, πλατυτέρα δὲ ᾖ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε ἐγγίζειν τῷ κύκλῳ τῆς ἴρεως καὶ ἐμποδίζειν τὸ βλέπειν. φθίσις δὲ λέγεται στενουμένης τῆς κόρης, ὡς κεντήματι ἐοικέναι καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης, ἢ ἐξ ἀσθενειῶν ἐπικινδύνων, ἢ κεφαλαλγιῶν ἐπιτεταμένων. σύγχυσις δέ ἐστιν, ὅταν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρὰ μὴ κατὰ χώραν μένῃ, τὴν ἰδίαν τάξιν σώζοντα, ἀλλὰ τεταραγμένα ᾖ. ἀμαύρωσις δέ ἐστιν, ὅταν παντελὴς παρεμποδισμὸς ᾖ τοῦ ὁρᾷν, χωρὶς φανερᾶς αἰτίας. νυκτάλωπας δὲ λέγουσιν, ὅταν ἡμέρας μὲν βλέπωσιν ἀμαυρότερον, δυομένου δὲ ἡλίου λαμπρότερον· νυκτὸς δὲ ἔτι μᾶλλον· ἢ ὑπεναντίως, ἡμέρας μὲν ὀλίγα, ἑσπέρας δὲ ἢ νυκτὸς οὐδ᾿ ὅλως. μύωπας δὲ λέγουσι τοὺς τὰ μὲν σύνεγγυς βλέποντας, τὰ δὲ πόῤῥωθεν μὴ ὁρῶντας. διαπύησις δέ ἐστι βραχυτέρου ὑγροῦ σύστασις περὶ αὐτὴν τὴν κόρην, δυσεξάτμιστος καὶ δυσδιαφόρητος, ὑποχύματος ξηροτέρα. ἀπόῤῥηξις δὲ γίνεται τοῦ πόρου περὶ ὀφθαλμὸν, ὅταν ὁ διατείνων ἀπὸ τοῦ ἐγκεφάλου καὶ μήνιγγος πόρος ἐπὶ τὸν ὀφθαλμὸν ἀποῤῥαγῇ, ὡς ἀβλεψίαν τελείαν γενέσθαι προηγησαμένης πληγῆς περὶ τὴν κεφαλὴν,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download