Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἢ καὶ τῆς τοῦ κάμνοντος ἕξεως, ἡ τετάρτη πάντως προδηλοῖ τὴν ἑβδόμην. εἰ δέ τι τῶν ἔξωθεν ἀδόκητον προσγένοιτο, περὶ ὧν ἐφεξῆς ἐροῦμεν, ἢ καὶ τὸ νόσημα σφοδρῶς ἐπὶ τὴν κρίσιν ἢ ἀμυδρῶς κινοῖτο, καὶ ἡ τοῦ κάμνοντος δύναμις ἰσχυρὰ ἢ ἄῤῥωστος ὑπάρχοι, προσέχειν ἐνταῦθα τὸν νοῦν καὶ διορίζεσθαι πότερον ἀπολέσθαι φθάσει πρὸ τῆς ἑβδόμης ἡμέρας, ἢ μετὰ ταύτην κριθήσεται. κακοῦ μὲν γάρ τινος ἔξωθεν ἀδοκήτου προσγενομένου καὶ τοῦ νοσήματος οὐκ ὀξέος ἁπλῶς, ἀλλὰ κατόξεος ὑπάρχοντος καὶ τῆς τοῦ κάμνοντος δυνάμεως ἀσθενοῦς οὔσης, οὐκ ἀναμένει τὴν ἑβδόμην ἡμέραν τὸ κατὰ τὴν τετάρτην γινόμενον κακὸν σημεῖον, ἀλλ’ ἑκταῖος ὁ τοιοῦτος ἄῤῥωστος τεθνήξεται, καὶ μάλιστα εἰ παροξύνοιτο κατὰ τὰς ἀρτίας. εἰ δὲ μήτε ἔξωθεν ἁμαρτηθείη μηδὲν ἥ τε τοῦ νοσήματος κίνησις εἴη μὴ πάνυ τι κάτοξυς, ὅ τε κάμνων ἰσχυρὸς, εἰ μὲν σαφὲς ἐν τῇ τετάρτῃ τὸ κακὸν σημεῖον ἐγένετο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος, εἰ δ’ ἀμυδρὸν, ὑπερβάλλει καὶ τήνδε. καὶ τῶν παροξυσμῶν ἐν ἀρτίαις μὲν γινομένων ὀγδοαῖος,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]