Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπ’ ἐκείνου περιλάμπηται. καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἢ ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ ἃ δρᾷν πέφυκεν, ἀμυδρὰ γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαίνει καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, ἢ καὶ ἄλλως ἐπιπλέον διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δ’ ἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτ’ ἄλλου τινὸς ἄστρων οὔτ’ αὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ ὁ κωλύσων αὐτὸν οὐ θέρος δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν ἑκατέρας, εἰ συμμέτρως ᾖ λοξός· ἀλλ’ αὐτὸς μὲν οἷον βασιλεύς τις μέγιστός ἐστιν, ἡ σελήνη δ’ ὕπαρχος οὐ σμικρός. ἐν μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκότως

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]