Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καίτοι τῶν ἱδρώτων καὶ τῆς λύσεως τοῦ νοσήματος εἰς τὴν ὀγδόην ἡμέραν ὅλην ἐκπεσόντων, ὅμως ἑβδομαῖος ἂν ὁ τοιοῦτος κεκρίσθαι λέγοιτο. προσέχειν γὰρ χρὴ τὸν νοῦν οὔθ’ ἁπλῶς τῶν παροξυσμῶν ταῖς ἀρχαῖς, εἰ καὶ μετὰ κριτικῶν εἰσβάλλουσι σημείων, οὔθ’ ὅταν πρῶτον ἱδροῦν, ἢ ἄλλως πως ὑπάρξωνται κρίνεσθαι. καὶ γὰρ καὶ τοῦτο μόνον οὐ πιστὸν, ἀλλ’ οὐδ’ ὅτε πρῶτον ἀπύρετοι γίνονται. οὐ μὴν οὐδὲ τὰ δύο συνιόντα πλείονα τοῦ λοιποῦ τὴν δύναμιν ἐξ ἀνάγκης ἔχει. τὰ μὲν γὰρ τρία συνερχόμενα δῆλον ὡς ἐξαιρεῖ πᾶν ζήτημα. λέγω δ’ εἰ κατά τινα μίαν ἡμέραν ὅ τε παροξυσμὸς εἰσβάλλοι μετὰ τῶν κρινόντων σημείων ἥ τε κρίσις ὑπάρξαιτο καὶ ἡ τελεία λύσις ἀκολουθήσειεν. εἰ μέντοι μερισθείη, διοριζέσθω πρῶτον μὲν καὶ μάλιστα ταῖς ἐπιδήλοις τε καὶ θεωρηταῖς ἡμέραις ὀνομαζομέναις. ἂν γὰρ ἤτοι τῆς τετάρτης ἢ τῆς ἑνδεκάτης ἐπιδήλου γενομένης ἡ κρίσις ἐφάψηται καθ’ ὁντιναοῦν τρόπον ἤτοι τῆς ἑβδόμης ἢ τῆς ιδ΄, ἐκείνων εἶναι χρὴ νομίζειν αὐτήν. εἰ δ’ ἐκπέσοι τελέως αὐτῶν, ὡς μήτ’ ἄρξασθαι κατ’ αὐτὰς μήτε συμπληρωθῆναι, δῆλον ὡς οὐκέτι μὲν ἐγχωρεῖ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]