Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἡ τοὺς δύο δεξαμένη καιροὺς εἰς ἑαυτὴν ἡμέρα σφετερίζεται μᾶλλον τὴν κρίσιν. οὕτω δὴ καὶ αὐτὸς ὁ χρόνος ὁ κρίσεως ὁποτέρας ἂν ᾖ τῶν ἡμερῶν μακρότερος, ἐκείνῃ μᾶλλον προσνέμειν τὴν κρίσιν. εἰ μὲν δὴ τὰ τέτταρα ταῦτα γνωρίσματα μίαν ἡμέραν εἰσηγοῖτο, ταύτῃ καί σοι προσνέμειν τὴν κρίσιν· εἰ δ’ ἓν ἐξ αὐτῶν ἀπολείποιτο, προσνέμειν ἔτι καὶ οὕτως, ἀλλ’ ἤδη καὶ τὴν ἑτέραν αὐτῆς μεμερίσθαι νομιστέον. εἰ δ’ ἴσα τὰ γνωρίσματα εἴη, καὶ τὴν κρίσιν οὕτω κοινὴν ἀμφοτέρων εἶναι τῶν ἡμερῶν ὑποληπτέον. ἐνίοτε δ’ οὐ δυοῖν μόνον, ἀλλὰ καὶ τριῶν ἡμερῶν ἡ κρίσις ἐφάπτεται. πάλιν οὖν ἐνταῦθα τὴν μέσην μὲν ὅσον ἐπὶ τῷ μήκει τοῦ χρόνου προκριτέον, οὐ μὴν αὐτῇ γε τὸ σύμπαν δοτέον, ἀλλὰ πρῶτον μὲν εἰ χωρὶς ἐπιδήλου τε καὶ θεωρητῆς ἡμέρας ἡ κρίσις ἐγένετο σκεπτέον· εἴρηται γὰρ ὅτι μεγίστην δύναμιν ἔχει τοῦτο· δεύτερον δὲ καὶ τοῖς ἄλλοις κανόσι προσχρηστέον, οὓς νῦν ἤδη πέπαυμαι λέγων, ἀναλογίαν παροξυσμῶν καὶ φύσιν ἡμερῶν καὶ ἀριθμὸν κριτικῶν καιρῶν καὶ αὐτὸν τὸν τῆς κρίσεως χρόνον.

Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπανελθόντες ὥσπερ ἔμπροσθεν ἄχρι τῆς κ΄

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]