Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἡμέρας, οὕτως ἤδη τὰς μετ’ ἐκείνην ἐξαριθμήσομεν κρισίμους, τοσοῦτον μόνον ἔτι τοῖς ἔμπροσθεν εἰρημένοις ἤδη προσθέντες, ὅσον εἴς τε τὰ νῦν εἰρημένα χρήσιμον ὑπάρχει καὶ μηδὲν ἐν τοῖς ἤδη λελεγμένοις ἀπολείψει ζήτημα. τί δ’ ἐστὶ τοῦτο; περὶ τῆς πρώτης ἡμέρας ἐν τοῖς νοσήμασι καὶ τῆς δευτέρας οὐδὲν εἴπομεν ἐν τῷ πρόσθεν λόγῳ, καίτοι τοῖς γε περὶ τὸν Διοκλέα καὶ αὗται κρίνειν ἔδοξαν. ὅπως οὖν χρὴ καὶ περὶ τοῦδε γινώσκειν διοριστέον. εἰ μὲν γὰρ ἡ προηγουμένη τῆς λύσεως τοῦ νοσήματος ὀξεῖα ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος σῶμα κρίσις ὀνομάζεται, μήτε τὴν πρώτην ἡμέραν μήτε τὴν δευτέραν ὑποληπτέον εἶναι κρισίμους· ὁ γὰρ οἷον σάλος ὁ προηγούμενος τῆς λύσεως οὐδαμῶς ἐπιφανὴς ἐν ταύταις γίνεται· εἰ δὲ τὴν λύσιν ἁπλῶς ὀνομαστέον ἐστὶ κρίσιν, εἶεν ἂν καὶ αἵδε κρίσιμοι. πάντες γοῦν οἱ ἐφήμεροι προσαγορευόμενοι πυρετοὶ τὴν λύσιν οἱ μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς, οἱ δ’ ἐν τῇ δευτέρᾳ ποιοῦνται. περὶ σημαινομένου τοίνυν ἡ ζήτησις κᾀνταῦθα μᾶλλον ἢ περὶ πράγματος. αὐτὸ γὰρ τὸ πρᾶγμα, τὸ λύεσθαι πολλοὺς τῶν πυρετῶν εὐθὺς ἐν ταῖς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]