De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
αἴσθησιν ἀμαυρουμένην ὁμοίως εἰς ἀπώλειαν ἀφικέσθαι
παντελῶς. λέουσι δὲ καὶ παρδάλεσι, καὶ τῶν ἄλλων ζώων
οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλμὸς, ἔνεστί σοι θεάσασθαι
νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα,
κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόμενον, ὡς ἀναλογίσασθαι, τοσοῦτον
ἀπὸ τῆς κόρης ἐν τῷ μεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι
κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήματος ὁ
κύκλος αὐτῆς. τοῖς μὲν γὰρ μείζονα τοῦτον ἔχουσι φύσει
καὶ ὁ τῆς αὐγῆς κύκλος μείζων φαίνεται, τοῖς δ’ ἐλάττονα
τοσοῦτον ἀνάλογον ἐλάττων, ὅσον κᾀκεῖνος. πότερον οὖν,
ὥσπερ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφικνεῖταί τι πνεῦμα διὰ τῶν
ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἄλλα ἔχει σύμπαντα, καί
τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σμικρότητος,
ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν
ἰνῶν;δεήσει γὰρ ἡμᾶς ἐπινοῆσαι τῷ πόρῳ περικείμενον
ἐν κύκλῳ τι τοῦ νεύρου σῶμα, λεπτότερον καὶ τῶν ἀραχνίων,
ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα, καὶ ὁ πόρος ἐμφραχθήσεται
μόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα μὲν
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]