De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
ἀναλαβόντες ἐπὶ τὰς μοχθηρὰς φύσεις τῶν σωμάτων
μεταβήσομεν, δεικνύντες, ὅπως ἑκάστην αὐτῶν ἐν ὑγείᾳ μάλιστα
φυλακτέον ἐστίν. τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς
ἔχει κατὰ μὲν τὰς ποσότητάς τε καὶ ποιότητας καὶ δυνάμεις,
ἐν μὲν τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα
προσαγορευόμενα, μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις
τοῦ σώματος προσάγεσθαι, φυλαττομένων ἡμῶν ἅπασαν
ὑπερβολὴν, εἰ δέ ποθ’ ἁμαρτηθείη, καθ’ ὁτιοῦν τῶν εἰρημένων
ἐπανορθούντων τὸ σφάλμα. κατὰ δὲ τὴν τῶν ἐσθιομένων
τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι
καὶ δυνάμει σκοπὸς πάλιν ἐστὶν κᾀνταῦθα τὸ σύμμετρον,
ὡς μήτε πλείω, μήτ’ ἐλάττω λαμβάνειν, ἀλλ’ ἢ ὅσα
πεφθέντα, καὶ ἀναδοθέντα, καὶ θρέψαντα τὸ σῶμα καλῶς,
εἰ δέοι καὶ τοῖς ἔτι αὐξομένοις τι προστεθῆναι σύμμετρον,
οὐδὲν ἐάσειν περιττὸν οὐδ’ ἐνδεές. οὕτω δὲ καὶ κατὰ
τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις, καὶ τὰ λουτρὰ, καὶ
τὰς τῆς ψυχῆς ἐνεργείας, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν συμμετρίαν
δηλονότι προσήκει φυλάττειν, εἰ δέ ποθ’ ἁμάρτοι
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]