Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

τις καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦσθαι τὸ σφάλμα. κοινὸς δ’ ἔστω σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως ἡ τῆς ἐναντίας ἀμετρίας χρῆσις, εἰ μὲν ἐπὶ πλέον ἐπόνησε τὸ σῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθος τῶν γυμνασίων, εἰ δ’ ἐνδεέστερον, αὐξάνοντι, οὕτω δὲ εἰ καὶ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, ἀνιέντι μετρίως, εἰ δ’ ἐκλελυμέναις, ἐπιτείνοντι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τοῖς εὐτονωτέροις τὰ μαλακώτερα γυμνάσια παραλαμβάνων, ἐπὶ δὲ τοῖς ἀτονωτέροις ἰσχυρότερα, καὶ τὰ σφοδρὰ δὲ τοῖς ἀμυδροῖς ἀντεισάγων, καὶ τοῖς σφοδροῖς τἀναντία, καὶ συλλήβδην εἰπεῖν ἁπάσας ἀμετρίας ἐπανορθούμενος, διὰ τῆς ἐναντίας ἀμετρίας ὑγιαίνοντα διαφυλάξαι τὸν ἄνθρωπον. εἰς δὲ τὸ μηδὲν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι πρῶτον μὲν χρὴ γινώσκειν ἀκριβῶς τὰς διαθέσεις τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ προτεραίᾳ προγεγενημένων ἁπάντων. αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται τὸ πλημμεληθὲν, ἡ μνήμη δὲ τῶν προγεγενημένων, εἰς ὅσον χρὴ μετακινῆσαί τι τῶν συνήθων, ὑπαγορεύσει. κατὰ μὲν δὴ τὰς διαθέσεις αἱ τοιαίδε εἰσὶν ἀμετρίαι, ὡς ἰσχνότερον,

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]