Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

ἢ εὐογκότερον, ἢ σκληρότερον, ἢ μαλακώτερον, ἢ ξηρότερον, ἢ ὑγρότερον, ἢ ἀραιότερον, ἢ πυκνότερον ἑαυτοῦ φαίνεσθαι τὸ σῶμα, πρὸς τῷ μὴ κατὰ φύσιν ἀκριβῶς ἀποσώζειν εὔχροιαν. ἡ μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ ἁμαρτηθὲν ἐνδείξεταί σοι, καὶ διδάξει τὴν ἐπανόρθωσιν ἐκ τοῦ παραβάλλεσθαι τοῖς ἐνεστῶσιν. εἰ μὲν γὰρ ἰσχνότερον τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνήσκεσθαι, πότερον πλείω τοῦ προσήκοντος ἐπόνησεν, ἢ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, ἢ περὶ τὴν τρίψιν ἐπλεόνασεν, ἢ τὰ λουτρά· καὶ μετὰ ταῦθ’ ἑξῆς ἐπισκοπεῖσθαι, πότερον ἐφρόντισεν, ἢ ἠγρύπνησεν, ἢ ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καὶ εἰ ὁ οἶκος θερμότερος, ἐν ᾧ διέτριψεν, ἢ ἔφαγεν ἔλαττον, ἢ ἔπιεν, ἢ ἀφροδισίοις ἐχρήσατο πλείοσιν. εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ σῶμα φαίνοιτο, μὴ τρίψις μαλακὴ, ἢ γυμνάσιον ἔλαττον ἢ βραδύτερον, ἢ πλείων ὕπνος, ἢ ἐποχὴ γαστρὸς, ἢ σιτίων πλῆθος ἀμέμπτως πεφθέντων. εἰ δὲ σκληρότερον ἑαυτοῦ

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]