Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

τῆς ζωῆς. ἄφθαρτον μὲν γὰρ ποιῆσαι τὸ γεννητὸν οὐχ οἷόν τε, κᾂν ὅτι μάλιστα τῶν καθ’ ἡμᾶς νῦν τις ἀνὴρ φιλόσοφος ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμασίου τούτου συγγράμματος, ἐν ᾧ διδάσκει τὴν ὁδὸν τῆς ἀθανασίας. ἐπὶ πλεῖστον δὲ χρόνον προσήκει ἐγχωρεῖν ποιῆσαι τὸ σῶμα, καὶ μάλιστα τοῦ κάλλιστα πεφυκότος. ἔνια γὰρ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκεύασται κακῶς, ὡς μηδ’ εἰς ἑξηκοστὸν ἔτος ἀφικέσθαι δύνασθαι, κᾂν αὐτὸν αὐτοῖς ἐπιστήσῃς τὸν Ἀσκληπιόν. ἀλλ’ οὐ νῦν περὶ ἐκείνων ὁ λόγος. ἐπὶ δὲ τὸν κατεσκευασμένον ἄριστα πάλιν ἐπανελθόντες ἀναμνήσωμεν ὧν ἐν ἀρχαῖς ἀπεδείξαμεν, ὡς ἐσθίειν μὲν καὶ πίνειν ἀναγκαῖον ἡμῖν, ἐπειδὴ διαπαντὸς ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν, ἐπεὶ δὲ ἐσθίομέν τε καὶ πίνομεν, ἀναγκαῖον αὖθίς ἐστιν τῆς τῶν περιττωμάτων προνοεῖσθαι κενώσεως. ἐπεὶ δὲ τούτων ἐστὶν εἴδη πολλὰ, τὰ μὲν τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, τὰ δὲ τῆς ἐν ἥπατι καὶ ἀρτηρίαις καὶ φλεψὶ, τὰ δὲ τῆς καθ’ ἕκαστον μόριόν ἐστι

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]