Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωμάτων, ὁπόσα θερμότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξανομένου τοῦ θερμοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁμιλίας ἑτέρου θερμοτέρου σώματος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τροφῆς. ἐκ μὲν κινήσεως ἐπί τε τῶν γυμναζομένων ὁπωσοῦν καὶ τῶν παρατριβομένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς ῥιπιζομένης φλογός. ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων καὶ μάλιστα σπερμάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήματα διασαπέντα. καὶ μὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερμοτέρων ὁμιλίας θερμαίνεται τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναμνησθέντι καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης. οὕτω δὲ καὶ εἰ πῦρ ἀνάψαις χειμῶνος ἐν οἴκῳ μεγάλῳ, στεγνώσας μὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερμὸν, ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον. ἀτὰρ οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάμινοι τὸν αὐτὸν τοῦτον τρόπον ἀθροίζουσι τὸ θερμὸν ἑαυτῶν ἔνδον. ᾧ δῆλον ὡς καὶ στέγνωσις ποτὲ θερμασίας πλείονος αἰτία. δῆλον δὲ καὶ τὸ

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download