De Causis Morborum (Causes of Diseases)
Kühn 1824
μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος
ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς
τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν
δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν
οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς μὲν οὖν λυχνιαίας
φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον καταχέαις,
μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ
τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ
θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις
ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνεπιτήδειον
ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ;
τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, καθάπερ
οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως
ἔχον ἀνεπιτήδειον. οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμαθὴς
ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ μηδὲν ἀποφαινομένους
ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν
εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]