Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

τῶν ἁπάντων συμπτωμάτων. ὅσα μὲν γὰρ τῆς φύσεως μόνης ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συμπτώμασιν ἁλώσεται μόνοις· ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ ἑτέροις δυσί. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν, ὡς καθ’ ἑκάστην τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συμπτώματος, ἤτοι μηδ’ ὅλως αὐτῶν ἢ κακῶς γινομένων. εἴρηται δὲ καὶ ὡς τὸ κακῶς τοῦτο διττόν ἐστι, τὸ μὲν οἷον ἀμυδρῶς, τὸ δὲ ὡς ἄν τις εἴποι πλημμελῶς. ὥστε πάλιν εἰ καὶ μὴ δύο τὰ συμπτώματα καθ’ ἑκάστην ἐνέργειάν τε καὶ δύναμιν εἶναι λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν τέμνων δίχα, δώδεκα μὲν ἔσται τὰ πάντα καθ’ ἕκαστον ὄργανον φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. ἡ δ’ εἰς τὰς πρώτας δύο διαφορὰς τομὴ ὀκτὼ μὲν τὰ τῶν φυσικῶν, δέκα δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅμα καὶ κινητικὸν, ὀκτωκαίδεκα μὲν ἔσται τὰ συμπτώματα κατὰ τὴν δευτέραν τομὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ’ ἑνὸς οὖν ἢ

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download