Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

δευτέρου μορίου δείξαντες τὸ λεγόμενον, ὅπερ ἐπὶ τούτων ἡμεῖς, τοῦτ’ ἐπὶ πάντων ἀξιώσομεν ποιῆσαι τὸν βουλόμενον ἐξαριθμήσασθαι τὰ συμπτώματα, μὴ τοῖς ὀνόμασι προσέχοντα τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας) ἀλλ’ εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγμάτων τὴν φύσιν. ἔστω δ’ ἡ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον μὲν, ὡς ἐδείκνυμεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι μηδ’ ὅλως ἕλκειν, ἢ κακῶς ἕλκειν αὐτῇ συμβῇ, δύο μὲν ταυτὶ δή μοι νόει περὶ τὴν ἑλκτικὴν δύναμιν τὰ συμπτώματα. τέμνεται δὲ αὖθις διχῆ θάτερον αὐτῶν τὸ μοχθηρῶς, εἰ καὶ μὴ τοῖς ὀνόμασιν ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ’ αὐτῶν οὐδὲν ὄνομα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώμενος ἑρμηνεύειν, ὅτι καὶ κατ’ αὐτὸ τοῦτο τὸ μοχθηρῶς, τὸ μὲν οἷον ἀῤῥώστως ἔσται, τὸ δὲ οἷον πλημμελῶς. ἀῤῥώστως μὲν τὸ μόγις καὶ δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πλημμελῶς δὲ, τὸ οἷον παλμωδῶς, ἢ τρομωδῶς, ἢ σπασμωδῶς, ἢ κλονωδῶς. ἐπὶ

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download