Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

δέ γε τῆς ἀλλοιωτικῆς δυνάμεως ἐν τῇ γαστρὶ τὸ μὲν μηδ’ ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαμένῃ κατὰ πᾶσαν ποιότητα· τὸ δ’ ἀῤῥώστως, ἴδιον ὄνομα κέκτηται τὴν βραδυπεψίαν· ὥσπερ καὶ τὸ πλημμελῶς, εἰς ἀλλόκοτον ποιότητα τῶν σιτίων μεταβολήν· ὥστε γενέσθαι τὰ σύμπαντα συμπτώματα τρία περὶ τὴν μίαν ἐνέργειαν ἀποτυγχανομένην. καλεῖται δὲ ἡ μὲν ἐνέργεια, πέψις, ἀλλοίωσις οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία δὲ ἡ ἐν χρόνῳ πλείονι καὶ μόγις εἰς τὴν αὐτὴν ποιότητα μεταβολή· τὸ δ’ ἀλλοιοῦσθαι μὲν εἰς ἑτέραν ποιότητα, μὴ μέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνομάζουσιν· ὁμωνύμως δὲ αὐτῇ προσαγορεύεται καὶ ἡ στέρησις τῆς ἐνεργείας. καί τοι σαφέστερον ἦν ταύτην μὲν μόνην ἀπεψίαν ὀνομάζεσθαι, δυσπεψίαν δὲ τὴν πλημμελῆ μεταβολὴν, βραδυπεψίαν δὲ τὴν ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ ὁ Πλάτων ἔλεγεν, ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγμάτων τὰ μὲν οὐδ’ ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόμασαν. οὔκουν ἐξαπατᾶσθαι χρὴ τοῖς ὀνόμασιν, ἀλλ’ εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγμάτων 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download