Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ ἔν τε τῇ γλώττῃ μόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος ἄχροια, καὶ τοῖς ἐξ ἀποστημάτων μορίοις μελανθεῖσιν ἢ πελιδνοῖς γενομένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἐρυσιπέλασιν ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ φύσιν χρώματα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ ταῦτα τὰς κατὰ φύσιν ὑπαλλάττει χροιάς. καὶ μὲν δὴ καὶ πολλοῖς ἅμα μορίοις ἐστὶν εὑρεῖν ποτε συμβαίνουσαν ἄχροιαν ἐν πολλοῖς τῶν νοσημάτων, ἤτοι περὶ τὰ σκέλη μᾶλλον, ἢ περὶ τὸ πρόσωπον, ἢ σύμπαν γε τὸ ἄνω τοῦ σώματος, ἢ σύμπαν τὸ κάτω. τὰς μὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις ἐπισκεπτέον, τὰς δ’ ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς πρῶτον. ὀνομάζω δὲ τὴν μὲν διὰ λάφυγγος ὁλκήν τε καὶ αὖθις ἔκπεμψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ καθ’ ὅλον τὸ σῶμα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόμεναι δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συμπτωμάτων τετάξονται γένει, μετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download