Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

καὶ μασχάλας καὶ ὅσα μόρια κατὰ πάθος σήπεται. καὶ μὲν δὴ κᾀν ταῖς ἐρυγαῖς ἔστιν εὑρεῖν ταὐτὸ τοῦτο γένος τῶν συμπτωμάτων, ἤτοι καπνώδους, ἢ ὀξώδους, ἢ βρομώδους, ἢ ἰχθυώδους, ἤ τινος ἑτέρας τοιαύτης ποιότητος ἐξοζούσης τῆς ἐρυγῆς. κατὰ δὲ τὰς γευστὰς διαφορὰς αὐτῷ τῷ κάμνοντι τεκμαίρεται τὰ συμπτώματα. καὶ γὰρ ἱδρῶτος ἐγεύσαντό ποτε παραῤῥυέντος εἰς τὸ στόμα, καὶ τοῦ κατ’ αὐτὴν τὴν γλῶτταν σιάλου τῆς ποιότητος ἐξηλλαγμένης. ὥσπερ οὖν καὶ τοῦ αἵματος, οἷς καὶ τοῦτο διὰ στόματος ἐκκενοῦται καθ’ ὁντιναοῦν τρόπον, οἱ μὲν ἐπισήμως γλυκέος ἢ ἁλμυροῦ γέ τινος ἢ πικροῦ τὴν αἴσθησιν ἴσχουσιν· οὕτω δὲ καὶ τῶν ἐκ πνεύμονος ἀναγομένων καὶ τῶν ἐκ γαστρὸς ἐμουμένων οἱ μὲν ὀξέων, οἱ δ’ ἁλικῶν, οἱ δὲ πικρῶν, οἱ δὲ γλυκέων, οἱ δ’ αὐστηρῶν αἰσθάνονται. πολλοὶ δὲ τῶν ἰατρῶν καὶ ἱδρῶτος γεύεσθαι δικαιοῦσιν αὐτοὶ καὶ προσέτι τοῦ κατὰ τὰ ὦτα ῥύπου· τεκμαίρεσθαι γάρ τι κᾀκ τούτου. καὶ μὴν καὶ τὰς ἁπτὰς διαφορὰς ἐν τούτοις τοῖς συμπτώμασιν ἀριθμητέον, ἐπειδὰν ἐξιστῶνται τοῦ κατὰ φύσιν, οἷον δέρμα σκληρὸν καὶ περιτεταμένον καὶ καρφαλέον. 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download