Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τί δή ποτ’ οὖν; οὐχὶ κατὰ τἀναντία, νοσώδη τὰ λεπτύνοντα καὶ δριμέα; φαίνονται γὰρ ὁμοίως ἁλισκόμενοι πυρετοῖς οἱ πλεονάζοντες ἐν ἑκατέρῳ τῷ γένει διαίτης, ὅτι καὶ πρόσθεν εἴρηται κακόχυμα πάντ’ εἶναι τὰ τοιαῦτα. τῷ μὲν οὖν τῆς κακοχυμίας λόγῳ ταῦτα· τῷ δὲ τῆς σήψεως, ὅσα γλίσχρα καὶ παχέα πυρετῶν ἐστιν αἴτια. καὶ τὰ φλεγμαίνοντα δὲ μέρη τῆς σήψεως λόγῳ ἀνάπτει πυρετούς. σφηνωθὲν γὰρ ἐν αὐτοῖς τὸ ἐπιῤῥυὲν, ὅταν ᾖ φύσει θερμὸν, ὑπὸ τοῦ μὴ διαπνεῖσθαι καλῶς σήπεται. ὅταν μὲν οὖν ἀκριβῶς ᾖ πικρόχολον τὸ ῥεῦμα, θερμότης ἐρυσιπελατώδης καταλαμβάνει τὸ μέρος· ὅταν δὲ αἱματικὸν, φλεγμονώδης· τὸ δὲ ἐξ ἀμφοῖν μικτὸν ἢ ἐρυσίπελας γίνεται φλεγμονῶδες, ἢ φλεγμονὴ ἐρυσιπελατώδης, τὸ μὲν ὄνομα παρὰ τοῦ ἐπικρατοῦντος χυμοῦ λαμβάνον, τὴν δὲ ἐπωνυμίαν ἐπικτώμενον ἀπὸ θατέρου. πυρετὸς δὲ ἐπὶ πᾶσι τούτοις ἀνάπτεται τῷ λόγῳ τῆς κοινωνίας. συνεκθερμαίνεται γὰρ ἀεὶ τῷ θερμανθέντι τὸ συνεχὲς, ἄχρις ἄν ἐπὶ τὴν καρδίαν ἡ διάθεσις ἀφίκηται. συνεκθερμαίνεται γὰρ καὶ τοῖς

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]