Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

Κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν, λεῖον δ’ ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. εἰ δὲ οἷον ἡμισαπὲς εἴη, τὸ τρίτον γένος ἐν τῇ τοιαύτῃ μεταβολῆ, ὃ μικρὸν ἔμπροσθεν ἔφαμεν, συνίσταται. εἴρηται δὲ καὶ ὡς πολυειδέστατόν ἐστι τὸ τοιοῦτον γένος· ἐν γὰρ τῷ μᾶλλόν τε καὶ ἧττον δεδέχθαι τὴν πέψιν ἀναρίθμητος ἡ διαφορά. πολλάκις μὲν γὰρ λευκὸν ἀποτελεσθὲν, ἤτοι δυσῶδές ἐστιν ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δὲ οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται, κᾀν τούτοις ἅπασι τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἄπειρον. ὅσαι δὲ ἐν τοῖς ἀποστήμασι τῆς σηπεδόνος διαφοραὶ, τοσαῦται κᾀν τοῖς ὑπὸ σηπεδόνος ἀναπτομένοις πυρετοῖς αἱ τῶν ἐμφερομένων τοῖς οὔροις ἰδέαι. τὸ μὲν γὰρ ἄριστον, ὅπερ ἐκ τοῦ σηπομένου χυμοῦ τὴν ἐκ τοῦ περιέχοντος ἀγγείου καταδεξαμένου πέψιν ἀποτελεῖται, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ ἥκιστα δυσώδη τὴν ὑπόστασιν ἔχει· τὸ δὲ χείριστον ἐναντιώτατόν ἐστιν τῷδε κατὰ πάντα· τὸ δ’ ἐν τῷ μεταξὺ καθ’

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]