Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τὴν πυκνότητα κατὰ τὴν ἐκτὸς ἡσυχίαν. ἔτι τε μᾶλλον ἴδιον καὶ ἀχώριστον αὐτῶν ἐστι τὸ μηδ’ ὅλως εἰς τάχος ἐπιδιδόναι τὴν συστολήν ἢ εἰ καὶ ἐπιδιδοίη ποτὲ, μικρότατον εἶναι τοῦτο καὶ δυσγνώριστον καὶ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον ἀλλὰ μὴν καὶ τὸ τῆς θερμασίας ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιόν τέ ἐστι καὶ ἀχώριστον· ἀχώριστον δὲ καὶ ἡ ὁμαλότης, καὶ ἄθλιπτος ἀνάβασις ἔν τε τῇ θερμασίᾳ καὶ τοῖς σφυγμοῖς, οὐ μὴν ἴδιόν γε· καὶ γὰρ καὶ τῶν ἄλλων ὑπάρχει τισὶν, ὥσπερ γε καὶ τὸ τῆς ἀκμῆς ἐπιεικές· οὐδὲ γὰρ τοῦτο ἴδιον, εἰ καὶ μάλιστα τούτοις ὑπάρχει. καὶ κάλλιόν γε τὰ κοινὰ ταῦτα κατὰ τὰς ἀναβάσεις τε καὶ τὰς ἀκμὰς ἐν τῷ μάλιστα ὑπάρχειν τοῖς ἐφημέροις ἴδια τίθεσθαι. γένοιτο γὰρ ἂν οὕτως εἰ καὶ μὴ τοῦ πράγματος εἶδος, ἀλλὰ τὸ κάλλιστόν γε καὶ ἀπηκριβωμένον τῶν τοιούτων πυρετῶν ἴδιόν τε ἅμα καὶ ἀχώριστον σημεῖον, ὥσπερ γε καὶ ἡ παρακμὴ μεθ’ ἱδρῶτος, ἢ νοτίδος, ἢ πάντως γε σὺν ἀτμῷ τινι χρηστῷ γινομένη, τελείας ἀπυρεξίας ἐκδεχομένης αὐτήν. αὕτη μὲν ἡ κοινὴ διάγνωσις τῶν

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]