De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
πυρετῶν· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ κατ’ εἶδος ἐν τοῖς ἑξῆς διοριοῦμαι.
Τοῦ δὲ ἄλλου γένους τῶν πυρετῶν, ὅπερ ἀντιδιαιρεῖται τοῖς ἐφημέροις, οὐδὲν μὲν ὄνομα κοινὸν ἁπάντων ἐστὶν, αἱ διαφοραὶ δὲ αἱ πρῶται δύο εἰσὶν οὐκ ἀσαφέσιν ἰδέαις ἀφωρισμέναι· τινὲς μὲν γὰρ αὐτῶν ἐπὶ σήψει χυμῶν ἀνάπτονται· τινὲς δὲ αὐτὰ κατειλήφασι τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ καλοῦσιν αὐτοὺς ἑκτικοὺς πυρετοὺς, εἴθ’ ὅτι μόνιμοί τ’ εἰσὶ καὶ δύσλυτοι, καθάπερ αἱ ἕξεις, εἴθ’ ὅτι τὴν ἕξιν τοῦ σώματος αὐτὴν κατειλήφασιν. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν τὰ στερεὰ, τοῖς ὑγροῖς ἀντιδιαιρούμενοι. αἱ διαγνώσεις δὲ τῶν ἐπὶ σήψει χυμῶν πυρετῶν αἱ τοιαίδε. πρώτη μὲν ἁπασῶν οὐκ ἀχώριστος μὲν, ἴδιος δὲ, τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, οὐδετέρῳ γὰρ τῶν ἄλλων γενῶν τοῦθ’ ὑπάρχει, διὰ τὸ τοὺς ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δ’ ἑκτικοὺς, ὅταν ἄνευ τούτων γένωνται, μηδέποτε ἐξ ἀρχῆς εἰσβάλλειν, ὥσθ’ ὅταν ἄνευ προκαταρχούσης
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]