Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

συμπίπτουσιν, ἢ ἄλλως ἐν ἰσχυρῷ κρύει διατρίψασιν ἐπὶ πλέον, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστόν γε. οὐ γὰρ ἅπασιν αὐτοῖς ὑπάρχει, καθάπερ οὐδὲ αἱ φρῖκαι· αὗται μέν γε οὐ μόνον οὐκ εἰσὶν ἀχώριστοι τῶν τοιούτων πυρετῶν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἴδιαι. τὸ δὲ τῆς ἀνωμαλίας τῶν σφυγμῶν καὶ τῆς θερμασίας, εἴτ’ ἐν ταῖς εἰσβολαῖς εἴτ’ ἐν ταῖς ἀναβάσεσι γίγνοιτο, τοῦ γένους μέν ἐστι τῶν τοιούτων πυρετῶν ἴδιον, οὐ μὴν ἀχώριστόν γε οὐδ’ αὐτό· πολλοὶ γὰρ χωρὶς ἀνωμαλίας αἰσθητῆς ἐσβάλλουσί τε καὶ ἀναβαίνουσιν ἐπὶ τὴν ἀκμήν. ἔτι δὲ δὴ μᾶλλον οὐδὲ τὸ πολλὰς οἷον εἰσβολὰς ἴσχειν τοὺς παροξυσμοὺς, ὅπερ ἐπιπαροξύνεσθαι καλοῦμεν· ὥσπέρ γε καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν (οὕτω δὲ ὀνομάζουσιν, ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκανῶς ἔχωσι καὶ ἀνωμάλους αὐτοὺς) οὐδ’ αὐτὸ τῶν τοιούτων πυρετῶν ἀχώριστον, οὐ μὴν οὐδὲ κοινόν ἐστιν ἑτέρῳ τινὶ γένει πυρετῶν, ἀλλ’ ἴδιον ἐξαίρετον τούτων, ὥσπερ καὶ τὸ τῆς ἀνωμαλίας, ὅταν γε μὴ κατά τι σύμπτωμα γίνηται. πολλάκις γὰρ.

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]