Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀσθενέσι κινήσεις βίαιοί τε καὶ πρὸς ἀνάγκην γιγνόμεναι τρομώδεις εἰσίν. οἶμαί σε πολλάκις ἑωρακέναι βαρὺ φορτίον ᾑρημένον τινὰ, κᾄπειτα βαδίζειν ἐπιχειροῦντα πρὸς βίαν, ὡς τρομώδης γίνεται τοῖν σκελοῖν. καὶ γὰρ εἰ καὶ ταῖν χεροῖν ὑπέρβαρύ τι βαστάζειν ἐπιχειροίη, τρομώδης ἔσται ταῖν χεροῖν. οὕτω δὲ καὶ ἄνθρωπος ὅταν φοβῆται, ἤν τέ τι ταῖς χερσὶ δρᾷν, ἤν τε βαδίζειν ἐθέλῃ, τρομώδεις μὲν αἱ χεῖρες αὐτῷ τολμῶντι δι’ αὐτῶν ἐνεργεῖν, τρομώδη δὲ τὰ σκέλη βαδίζειν ἐπιχειροῦντι. καθαιρεῖ γὰρ ἰσχὺν δυνάμεως οὐδὲν ἧττον τῶν ἄλλων φόβος. ἢν δὲ ἅπαξ αὕτη καταπέσῃ καὶ ἀῤῥωστήσῃ, πᾶν ἄχθος γίγνεται, κᾂν παντελῶς ᾖ κουφότατον. ὥστε καὶ τὸ σῶμα τοῦ ζώου, κοῦφον ὂν πρότερον, οἷα φορτίον αὐτὴν βαρύνει. γέροντες δ’ ὡσαύτως ἀπ’ ἀσθενείας τὰ πολλὰ τρομώδεις εἰσὶ, ὅσοις τε διὰ νόσον ἡ τοῦ σώματος ἰσχὺς ἐπόνησεν, οὐδὲ τούτοις ἄνευ τρόμων αἱ κινήσεις. ἐν πᾶσι γὰρ τοῖς οὕτως ἔχουσιν ἡ κινοῦσα τὰ μέρη καὶ βαστάζουσα δύναμις, ἀῤῥωστήσασα νυνὶ, ὅσον ἐπεφύκει πρότερον

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]