Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

αἴρειν, οὐκέτι δύναται, καθάπερ ὀκλάζουσα περὶ τὴν κίνησιν. ἔνθα δ’ ἂν ὅλος ὁ τόνος ἐνδῷ τῆς φύσεως, ἐνταῦθα τοῦ κουφίζοντος ἀποροῦντα τὰ σώματα τῷ σφετέρῳ βάρει φέρεται κάτω, καὶ ἔμεινεν ἐνταῦθα. καθάπερ ἐν παραλύσεσιν, εἰ πᾶσαν τὴν δύναμιν ἡ ἰσχὺς ἐπελελοίπει τελέως· ὅσον δὲ αὐτῆς λείπεται, τοῦτο πάλιν ὀχεῖν ἐπιχειρεῖ. δύναται δὲ οὐδὲ νῦν ὅσον βούλεται δι’ ἀσθένειαν· ἀλλ’ ὀλίγον μέν τι κουφίζει, τὸ πλέον δ’ ἀπολείπει, ἀτελῆ καὶ κολοβὴν ἐγκαταλείπουσα καὶ ταύτῃ τὴν κίνησιν. αὖθις οὖν ἐπιτρέπει τοῖς σώμασι φέρεσθαι κάτω. τούτου συνεχῶς ἀποτελουμένου, καὶ τὴν ἄνω φορὰν ἐκδεχομένης ἀεὶ τῆς κάτω, συναπτούσης δὲ αὖ πάλιν τῆς ἄνω, διπλῆ μὲν καὶ σύνθετος ἡ πᾶσα γίνεται κίνησις, ἀμειβόντων ἀεὶ τῶν μορίων τοὺς τόπους. ὄνομα δὲ τῷ πάθει τρόμος, εἰς μὲν τὰ κάτω τῆς φορᾶς τοῖς σώμασι τῷ σφετέρῳ βάρει γινομένης, ἄνω δὲ αὖ πάλιν ὑπὸ τῆς δυνάμεως αἰρομένης.

Ἀλλὰ καὶ παλμὸς, ἴσως φήσει τις, ὡσαύτως τῷ τρόμῳ κίνησίς ἐστιν ἀβούλητός τε καὶ ἀκούσιος ἐπαιρομένων 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]