Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ὅπερ ἐστι κατάψυξις ἀλγεινὴ μετά τινος ἀνωμάλου σεισμοῦ καὶ κλόνου παντὸς τοῦ σώματος. ὁπότ’ οὖν τί ποτέ ἐστι ῥῖγος ἐγνώκαμεν, ἑξῆς ἴδωμεν καὶ τίς μὲν ἡ ποιοῦσα τὸ πάθος αἰτία, τίσι δὲ μάλιστα προηγουμέναις αἰτίαις ἕπεται, καὶ τίσιν ἐπιγίνεται διαθέσεσιν, ὑπὲρ ἁπάσης τε τῆς γενέσεως αὐτοῦ. ὅτι μὲν γὰρ τὸ ῥιγοῦν πάθος ἐστὶ τοῦ κατὰ φύσιν θερμοῦ, σχεδὸν ἅπασιν ὡμολόγηται. δεῖται δὲ πᾶς ὁ λόγος οὗτος ἀκριβοῦς ἀκροατοῦ καὶ πολὺν μάλιστα νοῦν ἔχοντος. ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ Φιλοτίμου καὶ Ἀσκληπιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλ’ ἐπίκτητον εἶναι νομίζουσι. πῶς γὰρ. οὖν οὗτοι πάθος ἐμφύτου θερμοῦ λέγοιεν, οἱ μηδὲ τὴν ἀρχὴν ἔμφυτον εἰδότες θερμόν; ἀλλ’ ἔμφυτον μὲν, ὥσπερ εἴπομεν, οὐ πάντες ὁμολογοῦσι τὸ θερμὸν ὑπάρχειν, γένεσιν δὲ ἐπίκτητον αὐτῷ τεχνώμενοι, διαφερόντως ἄλλος ἄλλην, ἕν τοῦτο πάντες ὁμολογοῦσιν, ὡς ἔσται τι κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμὸν,

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]