Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἐν τῷ προσήκοντι μέτρῳ θεωρούμενον. καὶ δὴ περὶ τοῦτο ῥῖγός τε καὶ φρίκην φασὶν ἅπασάν τε γίνεσθαι κατάψυξιν. Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν, ἀλλ’ οὐδ’ ἄλλην τινὰ τιθεὶς ἔμφυτον δύναμιν, ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξεσιν ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ, δείκνυσί τε, τίσι μὲν ἀνάγκη ῥῖγος ἐζεῦχθαι, τίσι δ’ οὔ. καὶ ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον ἔσεσθαι καὶ ἄλλως οὐ δίκαιον ἡγοῦμαι ὑπὲρ Ἀσκληπιάδου μὲν ἐπισκέψασθαι μόνου, παρελθεῖν δὲ τὰ τῶν ἄλλων, ἢ πάλιν ἁπάντων ἐπιχειρῶν μνημονεύειν, εἰς μακρὸν καὶ ἀπέραντον ἐμπεσεῖν λόγου μῆκος, ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται δείξας, οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]