Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει, καὶ τῆς ἄγαν ταύτης κινήσεως ἀφαιρεῖ τὸ σφοδρόν. ἐπανέλθωμεν οὖν ἐφ’ ἅπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, δεικνύντες οἷόν τι πάθος ἐστὶ τῆς ἐμφύτου θερμασίας τὸ ῥῖγος. ὅτι μὲν γὰρ ἐπειδὰν ἐν τοῖς κατὰ φύσιν ὅροις μένῃ τῆς κράσεως, ὑγιαίνει τὸ ζῶον, οὐ δεῖται λόγου, τουτέστιν ὅταν, ὡς Ἱπποκράτης ἔλεγε, μετρίως ἔχῃ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῆς πρὸς ἄλληλα κράσεως· ἢν δὲ τὸ ἕτερον τοῦ ἑτέρου κρατήσῃ, νοσεῖν ἀνάγκη τὸ ζῶον εἶδος νοσήματος ἐοικὸς τῇ φύσει τοῦ κρατήσαντος αἰτίου. φλεγμοναὶ μὲν οὖν καὶ ἐρυσιπέλατα καὶ ἕρπητες καὶ ἄνθρακες καὶ τὰ καυσώδη καὶ φλογώδη καὶ πάντα τὰ πυρετώδη πάθη, ὅταν ἡ τοῦ θερμοῦ δύναμις ἐπικρατῇ· σπασμοὶ δ’ αὖ πάλιν καὶ τέτανοι καὶ παλμοὶ καὶ νάρκαι καὶ παραλύσεις, ἐπιληψίαι τε καὶ παραπληγίαι, τοῦ ψυχροῦ κρατοῦντος πάθη. ἕν τι τῶν τοιούτων παθῶν ἐστι καὶ τὸ ῥῖγος τουτὶ, οὐχ ἁπλῶς ὂν κατάψυξις, ἀλλὰ συναίσθησις, ὅθεν αὐτῷ δεῖ προσθεῖναι καὶ 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]