Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

τὸ ἀθρόον· ἔτι δὲ σφοδρὰν εἶναι χρὴ τὴν κατάψυξιν καὶ βιαίαν, ὡς εἶναι σαφῶς διοριζόμενον ἀληθεύειν, κατάψυξιν ἀθρόαν καὶ βίαιον εἶναι τὸ ῥῖγος τοῦ ἐμφύτου θερμοῦ. πάλιν γὰρ, ὡς ὁ Πλάτων ἔλεγε, τὸ μὲν ἠρέμα καὶ κατὰ μικρὸν ἀναίσθητον· εἰ δὲ αἰσθητὸν, ἀνάγκη τοῦτο μεγάλως κινεῖν, καὶ τρέμειν ἀθρόως. ὥστ’ ἔμψυξις ἡ μὲν ἀναίσθητος ἐν χρόνῳ πλείονι καὶ κατὰ βραχὺ γένοιτ’ ἄν· ἡ δὲ ταχεῖά τε καὶ μεγάλως ἐξαίρουσα πάντως σὺν αἰσθήσει. οὐδὲ γὰρ ἂν τὸ τοιοῦτον πάθος διαλάθοι. τὸ δὲ τοιοῦτον πάθος σὺν αἰσθήσει τῆς ψύξεως οὐχ ἅπαν ὀδυνηρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ ἥδιστον. ἔλεγε γὰρ αὖ πάλιν ὁ Πλάτων, ὅτι τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γινόμενον ἀθρόον ἐν ἡμῖν πάθος ἀλγεινὸν, τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον ἡδύ. ὥστε τὸ μὲν ἀθρόον κοινὸν ἀμφοῖν, ἡδέος τε καὶ ἀλγεινοῦ, τοῦ μὴ λαθεῖν τὸ πάθος ἕνεκεν ἀναγκαίως ἐζευγμένον· ἐπὶ τούτῳ δὲ τὸ μὲν πρὸς τῷ μὴ λανθάνειν εἰς τὴν φύσιν ἐπανάγον ἡδὺ, τὸ δ’ ἐξιστὰν τοῦ κατὰ φύσιν ἀλγεινόν. ὅθεν ἓν καὶ ταὐτὸ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]