Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

τῷ πλήθει ψυχρὸν, τὸ μὲν ἧσε, τὸ δ’ ἠνίασεν. εἰ μὲν ὑπερτεθερμασμένῳ σώματι προσάγοιτο, πάντως ἧσε τὸ γὰρ ἄμετρον, τῇ θερμασίᾳ πονούμενον, ἐπὶ τῇ τοῦ λείποντος εἰσόδῳ ψυχροῦ παρηγορηθὲν, ἥσθη μὲν, ὅτε παρηγορήθη· τὴν δ’ ἑαυτοῦ φύσιν ἔχον ἢν ἀθρόως ἐμψύχοις, ἀνιάσεις, πονήσει γὰρ ἐπὶ τῷ τῆς κράσεως ἀμέτρῳ. τοῖς γὰρ κατὰ τὴν φύσιν, ὡς Ἱπποκράτης ἔλεγε, διαλλασσομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται. οὐ μόνον οὖν ἀθρόαν χρὴ καὶ σφοδρὰν εἶναι τὴν ψύξιν, ἵνα ῥῖγος γένηται, ἀλλ’ ἔτι τούτῳ προσεῖναι δεῖ τὸ βίαιον τοῦ πάθους, τουτέστι τὸ παρὰ φύσιν, ὥστε ἀθρόαν ψύξιν εἰς τὸ παρὰ φύσιν ἄγουσαν εἶναι τὸ ῥῖγος. καί μοι δοκεῖ τοῦτο χρῆναι διαφυλάττειν ἐν τούτῳ τῷ λόγῳ μάλιστα περὶ τὴν τοῦ πάθους γένεσιν, εἰ μέλλοι τις ἀληθεύειν εἰπὼν, ψύξιν ἀθρόαν καὶ βίαιον ἐν τῷ ῥίγει γίνεσθαι τοῦ ἐμφύτου θερμοῦ. ψύχεται μὲν οὖν καὶ διαφορούμενον, ἐπιλείποντος αὐτὸ τοῦ συνέχοντος τόνου, καὶ τροφῆς ἀποροῦν, ὅθεν ἀνήπτετο· ἀλλ’ οὐδέτερον τούτων

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]