Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἄχρι τῆς κατὰ τὸ βαλανεῖον ὥρας. ἐξαναστάντι δὲ αὐτῷ πάλιν ὡς ἐπὶ τὸ λουτρὸν ἡ φρίκη μείζων ἐγένετο, καὶ ἦν τὸ σύμπτωμα ῥῖγος καὶ ἤδη μικρόν. τότ’ οὖν ἡγησάμενος ἐκ παντὸς τρόπου πυρέξειν, ἔτι καὶ μᾶλλον ἐφ’ ἡσυχίας αὑτὸν συνέσχεν. ἐπεὶ δὲ καὶ διὰ τῆς ἡμέρας ὅλης καὶ διὰ τῆς ἐπιούσης νυκτὸς ἀποπειρώμενος ἐξεῦρεν ἑαυτὸν ἐπὶ μὲν ταῖς μετρίαις κινήσεσι φρίττοντα, ῥιγοῦντα δὲ, εἴ ποτε μειζόνως κινηθείη, συμβούλοις ἡμῖν ἐχρῆτο περὶ τῶν ποιητέων. ἀναμνησθεὶς οὖν ἐγὼ κατὰ τὴν ἡμετέραν Ἀσίαν γυναικὶ τοιοῦτόν τι συμβεβηκὸς, ἀδεέστερόν τε τὸν ἑταῖρον ἐποίησα καὶ προὐτρεψάμην χρῆσθαι τοῖς θερμαίνουσί τε καὶ τέμνουσι πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις. ἐκεῖνός τε οὖν οὕτω κατέστη, καὶ μετὰ ταῦτα τοῖς ὁμοίως πάσχουσιν ἐν ἀρχῇ μὲν ἔδωκα τὸ διὰ τῶν τριῶν πεπέρεων φάρμακον, ἐφεξῆς δὲ τὸ διὰ τῆς καλαμίνθης ἡμέτερον, εἶτα τὸ δι’ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου συντιθέμενον, ὃ καὶ ταῖς τεταρταϊκαῖς περιόδοις ἐστὶν ὠφελιμώτατον, καὶ μάλισθ’ ὅταν ὑπὸ ῥίγους σφοδροῦ χειμάζωνται. μὴ θαυμάσῃς δὲ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]