Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

παρὰ τοῖς παλαιοῖς ἰατροῖς εὑρὼν γεγραμμένον ἐπὶ τοῖς ἄνευ κρύους ῥίγεσιν ἐξ αὐτῆς τῆς ἐν τῷ σώματι διαθέσεως ὁρμωμένοις ἐξ ἀνάγκης ἕπεσθαι πυρετόν. οὔτε γὰρ λουτροῖς τοσούτοις ἐπὶ τροφαῖς οὔτ’ ἀργῷ βίῳ χρωμένοις τοῖς παλαιοῖς οὐδὲν τοιοῦτον συνέπιπτε· νυνὶ δ’ ἄμφω ταῦτα πλεονάσαντα καὶ τουτὶ τὸ καλούμενον ἀνεκθέρμαντον ῥῖγος ἐργάζεται, νέον τι καὶ ξένον σύμπτωμα, διὰ τὸ νέον τῆς διαίτης· ἅπασί τε τοῖς οὕτω παθοῦσιν ἤτοι τάσεως ἢ βάρους αἴσθησις γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, ἐμφραττομένων δηλονότι τῶν κατ’ αὐτὸ φλεβῶν ὑπὸ τοῦ πάχους τῶν χυμῶν. ὥσπερ δὲ βάρους καὶ τάσεως τῆς κατὰ τὸ σπλάγχνον οἱ πάσχοντες ἴσχουσιν αἴσθησιν, οὕτω καὶ τοῦ ῥίγους αἰσθάνονται διαφέροντος τοῦ ἐν τεταρταίοις τε καὶ τριταίοις πυρετοῖς. ἐν μὲν γὰρ τοῖς τεταρταίοις τοιοῦτο γίνεσθαί φασιν αὐτοῖς τὸ ῥῖγος, οἷόν περ ὅταν ὁδοιπορήσωσι διὰ κρύους ἰσχυροῦ. ὡσαύτως δὲ κατὰ τοὺς τριταίους καὶ τοὺς καύσους πυρετοὺς, ὡς ὑπὸ βελονῶν ὀξέων τε καὶ λεπτῶν κεντούμενοι τὰς σάρκας αἰσθάνονται

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]