De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
γὰρ τῶν καθ’ ὁρμὴν κινήσεων ἐπιτελουμένων διὰ τῶν μυῶν,
ὅταν ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἀνελκόμενοι συνεπισπάσωνται
τῶν μορίων ἕκαστον εἰς ὃ καταπεφύκασιν, ἐπειδὰν γένηταί
τι πάθος εἰς τάσιν αὐτοὺς ἄγον, ἀκολουθεῖ τούτῳ
κίνησις, ὁμοία μὲν τῇ κατὰ φύσιν, ἀβούλητος δὲ, καὶ καλεῖται
τὸ πάθος σπασμός. τὸ μὲν γὰρ τείνεσθαί τε καὶ σπᾶσθαι
πρὸς τὴν ἰδίαν ἀρχὴν τὸν μῦν, ὥσπέρ γε καὶ τὸ
συνεπισπᾶσθαι πρὸς αὐτὸν ἐκεῖνο τοῦ σώματος τὸ μόριον
εἰς ὃ τὴν ἔμφυσιν ἔχει, κοινὸν τοῖς θ’ ὑγιαίνουσίν ἐστι
καὶ τοῖς σπωμένοις· τὸ δὲ ἀκούσιον ὑπάρχειν, τοῖς παρὰ
φύσιν ἔχουσιν, οὐχ ὑπάρχον τοῖς ὑγιαίνουσιν. ἐὰν
οὖν εὕρωμεν ὑπὸ πόσων αἰτίων τείνεται τὰ νευρώδη σώματα,
πέρας ἂν ἤδη καὶ οὗτος ὁ λόγος ἡμῖν λάβοι. καὶ
μὴν οὐδέν ἐστι τῶν ἔξω τοῦ σώματος εὑρεῖν χορδῶν νευρωδέστερον,
ἃς ὁρῶμεν ὁσημέραι κατά τε τὰς λύρας καὶ
κιθάρας ὑπὸ τῶν τεχνιτῶν ἐντεινομένας μὲν, ἐπειδὰν χρῆσθαι
μέλλωσι τοῖς ὀργάνοις, ἀνιεμένας δὲ, ὅταν παυσάμενοι
κατατίθενται. ῥήγνυνται δὲ ἐν ταῖς τοῦ περιέχοντος
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]