De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
πράγματος ἐκεῖνοι τοὔνομα φέρουσιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην διαφερόντως χρῆσθαι. αὐτίκα παρὰ τῷ ποιητῇ δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα·
Ἦ με μάλ’ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ ἐκάλυψεν.καὶ
— — ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα.ἀλλ’ οὐχ Ἱπποκράτης οὕτω φαίνεται χρώμενος, εἴγε καὶ μετὰ ἀγρυπνίας πολλάκις τὸ κῶμα γίγνεσθαί φησι καὶ φρενιτικοῖς συνεδρεύειν. ἐν ἀρχῇ μὲν τοῦ προῤῥητικοῦ τάδε γράφει· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσιν; ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν (ἀπό τινων τῶν ὁμολογουμένων αὐτοῦ γνησίων βιβλίων λάβωμεν τὰς μαρτυρίας) ὧδέ πως φησιν· ἑνδεκάτῃ κατενόει, κωματώδης δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἶτ’ ἐφεξῆς ταῦτά φησι· ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα, καὶ κῶμα παρείπετο, ἀπόσιτος, ἄγρυπνος, ἄθυμος. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ῥήσεσιν
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]