De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
παρακούειν, ὅταν καταφορὰν τὴν μὲν ὑπνώδη, τὴν δὲ ἄγρυπνον ἐκάλουν, καὶ τὴν μὲν ὑπνώδη ἰδίαν εἶναι τῶν ληθαργικῶν καὶ διαπαντὸς ὑπάρχειν αὐτοῖς, τὴν δὲ οὔτε ἰδίαν εἶναι τῶν φρενιτικῶν οὔτε ὑπάρχειν αὐτοῖς διαπαντός.
Ἡ μὲν οὖν ὑπνώδης, ὅσον ἐπὶ τῷ παρόντι, τοῖς ληθαργικοῖς συμπίπτει· τὴν δ’ ἄγρυπνον, ἥτις τοῖς φρενιτικοῖς ἐπιγίγνεται, πειράσομαι διορίζειν, ἵνα δυνηθῇς εὑρίσκειν τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην διαφοράν. οὐ γὰρ ἦν τῶν ματαίως τὰ ὀνόματα ἐπιτιθέντων οὗτος ὁ ἀνὴρ, οὔτ’ ἀνοήτως πρόσκειται τῇ καταφορᾷ τὸ νωθρὰ, οὔτε φησιν, ὥσπερ Ὅμηρος, ὑγρὸν ἔλαιον καὶ γάλα λευκὸν, μηδενὸς ἕνεκα διορισμοῦ· καὶ γὰρ πᾶν γάλα λευκὸν καὶ ἔλαιον ὑγρόν· ἀλλ’ ἑκάστη λέξις καὶ συλλαβὴ πᾶσα πρᾶγμά τι σημαίνει παρ’ αὐτοῦ. περὶ φρενίτιδος ἄρα λόγον ποιούμενος, ὅπερ πρὸς τὰ παρόντα χρήσιμόν ἐστι διδάσκειν τοὺς τὸ σύνηθες αὐτῷ μανθάνειν βουλομένους, ποτὲ μὲν οὕτω γράφει, παρελήρει· ποτὲ δ’ οὕτω, παρηνέχθη· ποτὲ δὲ πάλιν, παρέκοψε·
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]