Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

πάλιν δὲ, παρεφρόνησε· καὶ πάλιν, ἐξέστη· καὶ αὖθις, ἐμάνη, καὶ ἐξεμάνη, καὶ οὐ κατενόει, καὶ παρέλεγε. ταῦτα πάντα τῶν βεβλαμμένων τὴν διάνοιάν ἐστιν, οὓς ἅπαντας σὺ μὲν παραφρονοῦντας ὀνομάζεις, Ἱπποκράτει δ’ οὐκ ἀρκεῖ τὸ γένος μόνον εἰπεῖν, ἀλλ’ ἑκάστῳ μεγέθει τοῦ τῆς παραφροσύνης εἴδους ἴδιον ἐφεύρηκεν ὄνομα. ἄνθρωπος γάρ, φησι, θερμαινόμενος ἐδείπνησεν, οὐκ ἐτόλμησεν εἰπεῖν πυρετὸν τοσαύτην θερμασίαν, καθ’ ἣν δύναταί τις δειπνῆσαι. πάλιν δὲ τὸ τοῦ πυρετοῦ μέγεθος ἐνδεικνύναι βουλόμενός φησι, πῦρ ἔλαβεν αὐτόν. ἠσχολησάμην μὲν ἐπιδεικνύων τὴν τοῦ ἀνδρὸς ἐπιμέλειαν περὶ τὰς λέξεις, ἀλλ’ ὡς ἤδη εἰδόσι καὶ πεπεισμένοις ἐπὶ τὸ ζητούμενον ἀφίξομαι. διττὸν μὲν εἶδος τῆς ἀγρύπνου καταφορᾶς. ὀνομάζεται δὲ ἡ μὲν νωθρὰ, ἧς μέμνηται νῦν Ἱπποκράτης· ἡ δὲ τῷ τοῦ γένους ὀνόματι κέχρηται. κοινὸν δ’ ἀμφοτέρων ἐστὶ τῶν καὶ μάλιστα τῆς ὑπνώδους διαφερουσῶν, ὅτι φράζουσί τε καὶ παραληροῦσι μεδεμιᾶς ἐχόμενα γνώμης, κᾀπὶ τὰς ἀναστάσεις πρόθυμοί εἰσι μάλα, ὧν οὐδὲν ἐπὶ ταῖς ληθαργικαῖς ὑπάρχει καταφοραῖς. οὔτε γὰρ χωρὶς 

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download