
De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
καὶ συμπεραντικὸν μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ κατηγορουμένου
καθίσταται. ἀποροῦντες γὰρ λέγομεν, ἆρά γε ἡμέρα
ἐστί; συλλογιζόμενοι δὲ οὕτως, ἡμέρα ἄρα ἐστί. πῶς οὖν
νῦν προετέθη; ὡς οὐ συλλογιστικὸν ὑπάρχον, προετέθη.
οὐ γὰρ εἴρηται οὕτω, φρενιτικοὶ ἄρα εἰσὶν, ἀλλ’ ἁπλῶς, ἆρά
γε φρενιτικοί εἰσιν; ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους,
καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ
ἀμέλει πολλάκις φαίνεται ποιῶν. ἀρκέσει δ’ ἓν ἢ δεύτερον
παράδειγμα, χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ
πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι,
μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. ἆρά
γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. ἐνταῦθα τὸ σκεπτέον
προσκείμενον, οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει
τοῦ ἄρα συνδέσμου, πλὴν ὡς ἀπορητικοῦ. ἐν δὲ τῷ ἕκτῳ
τῶν ἐπιδημιῶν τὸ μετ’ οὔρησιν σύναγμά, φησι, παιδίοισι
μᾶλλον, ἆρά γε ὅτι θερμότερα; ἐν αὐτῷ δὲ τῷ προῤῥητικῷ,
ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακὸν, ὡς καὶ Ἀρχεκράτει.
ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; καὶ πάλιν, ἐν
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]