De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
τὸ ἐν διαστάσει σώματος ποσὸν τοῦ κατὰ χρόνον ποσοῦ,
καὶ δῆλον ὡς οὐδὲν ἀνωτέρω γένος ἐν σφυγμοῖς ἐστι
τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ὥσπερ οὐδὲ τῶν ἄλλων
τῶν εἰρημένων οὐδενός. ὅστις δὲ ἀκριβῶς τούτοις ἕπεσθαι
βούλεται, γεγυμνάσθαι πρότερον αὐτὸν χρὴ περὶ τὰς κατηγορίας.
τὸ γὰρ τοῦ Ἀρκεσιλάου καλὸν, ὡς οὐδεὶς
πόκον εἰς γναφεῖον φέρει. τάξις γάρ ἐστιν ὥσπερ ἐρίων
ἐργασίας, οὕτω καὶ μαθημάτων διδασκαλίας. καὶ οὐδεὶς
οὔτ’ ἀναγινώσκειν διδάσκεται, πρὶν πάσας ἐκμαθεῖν τὰς
συλλαβὰς, οὔτε τὰς συλλαβὰς αὐτὰς, πρὶν ἅπαντα
τὰ στοιχεῖα τῆς φωνῆς, οὔτε τὰ σύντονα παλαίσματα
πρὸ τῶν ἁπλῶν καὶ ῥᾳδίων, οὐδὲ ταῦτα, πρὶν τρίψασθαι
καλῶς, οὐδὲ τοῦτο, πρὶν ἀλείψασθαι γυμναστικῶς,
ἀλλ’ ἕκαστον αὐτῶν τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον,
τὸ δὲ τρίτον ἐστὶν ἐν ἁπάσαις ταῖς τέχναις. οὕτω δὴ
κᾀν τοῖς κατὰ τὴν διαλεκτικὴν οὐκ ἐνδέχεταί τινα, πρὶν
ἐν τοῖς πρώτοις καὶ οἷον στοιχείοις γυμνάσασθαι, ταῖς
τῶν ἑξῆς ἀποδείξεσιν ἕπεσθαι. περὶ μὲν τούτων εἴς γε
τὸ παρὸν ἱκανὰ καὶ ταῦτα.
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]