De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
θάττους μὲν σαφῶς, μείζους δὲ κᾂν μὴ σαφῶς, ἀλλ’ ἴσοι
γε ἐναργῶς τοῖς κατὰ φύσιν. ἐπειγούσης γὰρ ἱκανῶς τῆς
χρείας, κᾂν ἀῤῥωστοτέρα τοῦ κατὰ φύσιν ἡ δύναμις ᾖ, κινεῖται
ταχέως. πολὺ δ’ ἂν μᾶλλον ηὔξησε τὸ μέγεθος τοῦ
τάχους, εἰ μὴ πρὸς τῆς σκληρότητος ἐκωλύετο. νυνὶ δὲ διὰ
τοῦτ’ ἐπιδηλότερον γίνεται τὸ τάχος τοῦ μεγέθους, ὅτι τὸ
μὲν οὐδὲν ἐμποδίζει βραχεῖ σκληρότερον ἑαυτοῦ γενόμενον τὸ
ὄργανον, τῷ μεγέθει δ’ ἐναντιοῦται μάλιστα πάντων, πυκνοὶ
δ’ ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ γίνονται τῷ μὴ πληροῦσθαι
τὴν χρείαν. εἰ δέ γε βραχεῖα καὶ ταύτης ἡ εἰς τὸ
παρὰ φύσιν ἐκτροπὴ γένοιτο, παντελῶς ὀλίγη τε καὶ δυσδιάγνωστος
ἔσται καὶ ἡ πυκνότης, πληροῦται γὰρ αὐτάρκως
τηνικαῦτα τῷ τάχει τε καὶ τῷ μεγέθει καὶ καθόλου φάναι
χρὴ παραβάλλειν ἐπὶ τῆς τοιαύτης συζυγίας τῷ ποσῷ τῆς
χρείας τὴν ὑπὸ τῆς δυνάμεως διὰ τῶν ὀργάνων ἀποτελουμένην
ἐνέργειαν. ὅσον γὰρ ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια,
τοσοῦτον ἐπιδίδωσιν εἰς πυκνότητα. μικρότεροι δ’ αὖ πάλιν
εἰς τοσοῦτον καὶ βραδύτεροι γίνονται τοῖς οὕτω διακειμένοις
εἰς ὅσον ἂν ἤτοι τὰ τῆς δυνάμεως ἢ τὰ τῶν ὀργάνων
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]