Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

ἐξίστηται τοῦ κατὰ φύσιν. ἀλλὰ περὶ μὲν τῆς τρίτης ἐπαλλάξεως τῶν αἰτίων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῆς τετάρτης συζυγίας ἤδη λεκτέον, ἐφ’ ἧς ἄῤῥωστος μὲν ἡ δύναμις, ηὔξηται δ’ ἡ χρεία σὺν τῇ τῶν ὀργάνων μαλακότητι. δῆλον οὖν κᾀπὶ ταύτης ὡς εἰ μὲν ἡ κατὰ τὴν χρείαν αὔξησις παμπόλλη γένοιτο, βραχὺ δ’ ἀπολείποιτο τοῦ κατὰ φύσιν ἥ τε δύναμις καὶ τὰ ὄργανα, πολὺ μᾶλλον εἰς μέγεθος ἤπερ εἰς τὸ τάχος ἐπιδώσουσιν οἱ σφυγμοί. κατὰ μὲν γὰρ τὴν πρὸ ταύτης εἰρημένην συμπλοκὴν ἡ σκληρότης τῶν ὀργάνων ἀντέπραττε τῷ μεγέθει τῆς διαστολῆς, κατὰ δὲ τὴν νῦν προκειμένην οὐχ ὅπως ἀντιπράττει πρὸς τὴν διαστολὴν ἡ μαλακότης αὐτῶν, ἀλλὰ καὶ συνεργεῖ πάντων μάλιστα. μείζων οὖν ἐναργῶς ἔσται τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐ μὴν ὁμοίως γε καὶ θάττων ἐναργῶς. ἔσται δὲ καὶ πυκνότερος ὁ τοιοῦτος σφυγμὸς τοῦ κατὰ φύσιν, οὐ μὴν ὡσαύτως, οὐδ’ οὕτως τῷ κατὰ τὴν τρίτην συζυγίαν, ὅτι νῦν ἡ χρεία μᾶλλον ἢ κατ’ ἐκείνην πληροῦται. εἰ δὲ τὰ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῆς δυνάμεως ὀλίγῳ τινι παραλλάττοιτο τοῦ κατὰ φύσιν, ἡ δ’ εἰς μαλακότητα τροπὴ τῶν ὀργάνων εἴη συχνὴ,

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]