
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
οὐδεὶς τούτων, ὦ τολμηρότατε Θεσσαλὲ, τῶν Ἱπποκράτους
κατέγνω περὶ φύσεως ἀνθρώπου δογμάτων, ἃ τὴν ἀρχὴν οὔτ’
ἀνεγνωκέναι μοι δοκεῖς οὔτ’, εἴπερ ἀνέγνως, συνιέναι· καὶ
εἰ συνῆκας δὲ, κρῖναι γοῦν ἀδύνατον ἦν σοι, τραφέντι μὲν ἐν
γυναικωνίτιδι παρὰ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι. μὴ γὰρ
ἀγνοεῖσθαί μοι δόκει τὸ θαυμαστόν σου γένος καὶ τὴν ἀοίδιμόν
σου παιδείαν, μηδ’ ὡς ἐν κωφῷ θεάτρῳ λοιδορεῖν Ἱπποκράτην
τε καὶ τοὺς ἄλλους παλαιούς· ἀλλὰ τίς ὢν καὶ πόθεν,
ἐκ ποίου γένους, ἐκ ποίας ἀνατροφῆς, ἐκ ποίας παιδεύσεως,
ἐπίδειξον πρότερον, εἶθ’ οὕτως λέγε, τοῦτ’ αὐτὸ,
πρῶτον μαθὼν, ὦ θρασύτατε, ὅτι λέγειν οὐκ ἐφεῖται πᾶσι
δημοσίᾳ ἐν οὐδεμιᾷ τῶν εὐνομουμένων πόλεων, ἀλλ’ εἴ τις
ἐπίσημός ἐστι καὶ γένος ἔχει καὶ ἀνατροφὴν δεῖξαι καὶ παιδείαν
ἀξίαν τοῦ δημηγορεῖν, τούτῳ συγχωροῦσιν ἀγορεύειν οἱ νόμοι·
σὺ δ’ οὐδὲν τούτων ἔχων ἐπιδεῖξαι τολμᾷς ὦ γενναιότατε κατηγορεῖν
Ἱπποκράτους, καὶ καθίζεις μὲν ἐν ταῖς ληρώδεσί σου
βίβλοις δικαστὰς τοὺς Ἕλληνας, ἀποφαίνῃ δ’ αὐτὸς οὐκ ἀναμείνας
ἐκείνους καὶ στεφανοῖς σεαυτὸν, ἐνίοτε μὲν κατὰ πάντων
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]