De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἐπ’ ἐγκαύσεσιν ἢ κόποις ἢ θυμοῖς, ἡ δὲ διὰ ψύξιν ἤτοι γε
ἁπλῆν ἢ μετὰ στύψεως· ὅπῃ δ’ ἀλλήλων αὗται διαφέρουσιν
ἐν τοῖς περὶ φαρμάκων διῄρηται. καὶ τῆς ἐμφράξεως δὲ ἡ
μέν τις διὰ πλῆθος, ἡ δὲ διὰ ποιότητα γίνεται χυμῶν
ἤτοι γλίσχρων ἢ παχέων ὑπαρχόντων. ἐπικρατήσει δὲ κατὰ
τὴν ἴασιν ἐν μὲν τῇ διὰ πλῆθος ἀφαίρεσις αἵματος, ἐν δὲ
τῇ διὰ ποιότητα τῶν λεπτυνόντων ἡ χρῆσις. ὁ δ’ ἀπὸ τῆς
δυνάμεως σκοπὸς ἐν μὲν τοῖς ἐφημέροις πυρετοῖς μικρὸς,
ἀξιόλογος δ’ ἐν τοῖς πολυημέροις ἐστὶ καὶ μᾶλλον ὅσῳ περ
ἂν ὦσι μακρότεροι. κατὰ φύσιν μὲν οὖν ἐχούσης τῆς δυνάμεως
οὐδὲ τὸ βραχύτατον ἡ τῶν κενωτικῶν βοηθημάτων
ἐμποδίζεται χρῆσις ἐν τοῖς πολυημέροις πυρετοῖς καὶ τοῖς ὀλιγημέροις,
οὐ κατὰ φύσιν δὲ ἐχούσης, λέγω δὲ οὐ κατὰ φύσιν,
ὅταν ἀῤῥωστοτέρα πως ὑπάρχῃ κατὰ τὸ μέγεθος ἀεὶ τῆς
ἀῤῥωστίας, ἐμποδίζεται τὰ κενωτικὰ βοηθήματα. σπανιώτερον
μὲν οὖν εὐθύς ἐστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ
τὴν δύναμιν ὑπάρχειν ἀσθενῆ. γίγνεται δ’ ἐνίοτε καὶ
διὰ καχεξίαν τοῦ κάμνοντος καὶ διὰ γῆρας. ἐνίοις δὲ καὶ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]