Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ ἥκιστα καὶ τὸ μέλι μέχρι συστάσεως ἐμπλαστρώδους ἑψηθέν. ἔστι δ’ ἡ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ. χρὴ γὰρ αὐτὸ μήθ’ οὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον εἶναι, μήθ’ οὕτως ὑγρὸν, ὡς περιῤῥεῖν. τὸ μὲν γὰρ σκληρὸν εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐμπλάστροις, τὸ δ’ ὑγρὸν, ὡσανεὶ ἐπικείμενον θερμῷ σώματι, περιῤῥεῖ κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησομένῳ δέρματι. συμμέτρως γε μὴν ἑψηθὲν τὸ μέλι κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ’ ἡ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυστέκμαρτός ἐστιν, ἄμεινον ἔδοξέ μοι καταπάττειν αὐτῷ χνοώδη σμύρναν ἢ ἀλόην ἢ λιβανωτὸν ἤ τινα τούτων ἢ πάντα ὁμοῦ· καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ διὰ κοσκίνου, μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ δ’ ἅπαξ ἢ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψησιν ἐμπάττω τι

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]