Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

δὲ κενοῦμεν μὲν, ἀλλ’ ἔλαττον πολὺ ἢ ὡς εἰ μηδ’ ἕτερον ἐκώλυεν. οἷον δέ τι σύμπτωμα καὶ τὸ τοῦ νοσοῦντος εὐπαθὲς ὑφορᾶσθαι χρή. πολλοὶ γὰρ οὔτ’ ἐκενώθησάν ποτε οὔτε κένωσιν ἀθροωτέραν οὐδεμίαν οὔτ’ ἀσιτίαν μακροτέραν φέρουσιν· ἀλλ’ οἱ μὲν ἄῤῥωστοι τὴν ἅπασαν ἰσχὺν τοῦ σώματος ἐπ’ αὐτοῖς γίνονται ῥᾳδίως· οἱ δ’ εὐθὺς τὸν στόμαχον φαύλως ἴσχουσιν, ὥστε ἀποστρέφεσθαι τὰ σιτία· καὶ εἰ βιασάμενοι λάβοιεν ἢ μὴ κατέχειν ἢ μὴ πέττειν καλῶς. ἐν τούτῳ τῷ μέρει τῆς διαγνώσεως καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος θεωρητέον. ὅσοι γὰρ θερμοὶ καὶ ξηροὶ φύσει τυγχάνουσιν ὄντες, οὗτοι πάντες ὑπὸ τῶν ἀθρόων κενώσεων ῥᾳδίως βλάπτονται. καὶ μὲν δὴ καὶ τὸ ἔθος οὐ μικρὰ μοῖρα πρός τε τἄλλα σύμπαντα καὶ οὐχ ἥκιστα πρὸς τὴν τῆς κενώσεως ἔνδειξιν. οἱ μὲν γὰρ οὔτ’ ἐκενώθησαν ἔμπροσθεν οὔτε ποτὲ κένωσιν ἀθρόαν ὑπήνεγκαν, παμπόλλοις σιτίοις ἐχρῶντο. τινὲς δ’ ἔμπαλιν οὔτε πολλοῖς χρῶνται σιτίοις καὶ κενώσεων ἐθάδες εἰσί. τούτους μὲν οὖν ἀδεῶς κενωτέον, ὅταν γε καὶ τἄλλα ὑπαγορεύῃ. τοὺς δ’ ἑτέρους τοὺς ἀήθεις οὐδ’ εἰ 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]