Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τὰς δ’ αἱμοῤῥαγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων λειποθυμοῦσι, καὶ τούτοις ἐναντιώτατα, χρὴ γὰρ αὐτῶν στύφειν τε καὶ ψύχειν, οὐ χαλᾷν τὸ δέρμα. καὶ τὸν οἶνον ψυχρὸν μάλιστα διδόναι τούτοις καὶ μηδὲν ὅλως προσφέρειν θερμόν. ἀλλὰ μηδὲ διαδεῖν τὰ κῶλα, μήδ’ ἀναγκάζειν ἐμεῖν, μηδὲ κινεῖν ὅλως. καὶ πνευμάτων εἰσόδους ψυχόντων ἐπιτεχνᾶσθαι καὶ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς ψύχουσάν τε καὶ στρυφνὴν ποιότητα, μυρσίναις τε καὶ ἀμπέλων ἕλιξι καὶ ῥόδοις καταστρωννύντα τοὔδαφος· τούτων οὐδὲν χρήσιμον τοῖς εἰς τὴν γαστέρα ῥεύμασιν, αὔξεται γὰρ εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρμα. τοῖς μὲν οὖν ἐπὶ ταῖς κενώσεσιν ἐκλυομένοις οὕτω βοηθεῖν ἔν γε τῷ παραχρῆμα. τοῖς δ’ ἐπὶ πλήθεσιν οὐκ ἔθ’ ὁμοίως, ἀλλὰ τρίβειν ἐπὶ πλεῖστον ἐπ’ ἐκείνων τὰ κῶλα καὶ θερμαίνειν καὶ διαδεῖν. οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν· ἀρκεῖ δ’ αὐτοῖς μελικράτου τε διδόναι πόμα ἢ θύμου ἢ ὀριγάνου ἢ γλήχωνος ἢ ὑσσώπου ἔχοντος ἐναφηψημένον. ἐπιτήδειον δὲ καὶ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]