Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἐν κύκλῳ λαβαῖς αὐτὰ συνάγον καὶ πιλοῦν τῶν συνεχῶν ἀποσπᾷ. χώρας οὖν ἀναγκαῖον ἐν τῷδε τῷ πάθει γίνεσθαι κενὰς οὐκ ὀλίγας, οὐ μόνον τῷ τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι πιεζομένας, ἀλλὰ καὶ τῷ τὴν μαλακὴν οὐσίαν εἰς ἐλάττονα τόπον συνάγεσθαι. χώραν δὲ κενὴν ἐν συνεχέσι σώμασιν οὐκ ἐγχωρεῖ συστῆναι φυλαττομένης τῆς συνεχείας. εἴπερ οὖν συνίσταται, δῆλον ὡς φθείρεται μὲν αὕτη, διασπᾶται δὲ τὸ συνεχὲς σῶμα, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἀνιαρόν τε ἅμα καὶ δακνῶδες ὑπαντᾷ πάθος, οὐ μὴν ἥ γε ποιότης ἀμφοῖν ἡ αὐτὴ, τῶν τε διὰ τὸ ψύχειν δακνόντων ἐστὶν καὶ τῶν διὰ τὸ θερμαίνειν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων εὐθέως καὶ τὸ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν δευτέρων ἡ τοῦ διαλύεσθαί τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιον ἐπ’ ἀμφοτέρων τῶν παθῶν, ἀλλ’ ἐπὶ μὲν τῶν ψυχόντων βραδύνει πως μᾶλλον ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διεξέρχεται. ὁπότ’ οὖν αὐτάρκως ἤδη διώρισται καὶ τῇ φύσει τῶν πραγμάτων αὐτῇ καὶ τῇ πρὸς ἡμᾶς αἰσθήσει, καὶ λέλεκται σαφῶς 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download